ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ 2014

Του Ανδρέα  Θεοδώρου

Ἀπὸ τὴν Ὑμνολογία τῆς Μεγάλης Ἑβδομάδος
Ὕμνοι στὸ πρωτότυπο καὶ σὲ μετάφραση Ἀνδρέα Θεοδώρου

Ἀπὸ τὸ βιβλίο «Πρὸς τὸ ἑκούσιον πάθος», 
ἐκδ. Ἀποστολικῆς Διακονίας


Μεγάλη Τετάρτη

«Πόρνη προσῆλθέ σοι μύρα σὺν δάκρυσι κατακενούσά σου ποσί, φιλάνθρωπε, καὶ δυσωδίας τῶν κακῶν λυτροῦται τῇ κελεύσει σου• πνέων δὲ τὴν χάριν σου μαθητὴς ὁ ἀχάριστος ταύτην ἀποβάλλεται καὶ βορβόρῳ συμφύρεται, φιλαργυρίᾳ ἀπεμπολῶν σέ. Δόξα, Χριστέ, τῇ εὐσπλαγχνίᾳ σου».

Μιὰ πόρνη γυναίκα σὲ πλησίασε, φιλάνθρωπε Κύριε, καὶ ἄδειασε στὰ πόδια σου ἀρώματα ἀνακατεμένα μὲ δάκρυα. Καὶ τὴ στιγμὴ ἐκείνη λυτρώθηκε μὲ τὸ πρόσταγμά σου ἀπὸ τὴ δυσωδία τῶν ἁμαρτημάτων της. Ἀντίθετα ὁ Ἰούδας, ὁ ἀχάριστος μαθητής, ἂν καὶ ἀνέπνεε τὴν εὐωδία της χάριτός σου, ἀπέβαλε αὐτὴ καὶ ἀναμίχτηκε μὲ τὴν ἀναθυμίαση τοῦ βορβόρου τῆς ἁμαρτίας, πουλώντας σε ἀπὸ φιλαργυρία. Δόξα, Χριστέ, στὴν εὐσπλαχνία σου!


«Ὑπὲρ τὴν πόρνην, ἀγαθέ, ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα• ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοί, πόθῳ ἀσπαζόμενος τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης, παράσχῃς τῶν ὀφλημάτων κράζοντι, Σωτήρ• Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ρῦσαί με».

Ἀγαθὲ Κύριε, ἂν καὶ ἁμάρτησα πιὸ πολὺ ἀπὸ τὴν πόρνη ὅμως δέ σοῦ πρόσφερα (ὅπως ἐκείνη) βροχὴ δακρύων μετανοίας• ἀλλὰ πέφτω στὰ πόδια σου, σιωπηλὰ δεόμενος καὶ ἀσπαζόμενος τὰ ὁλοκάθαρα πόδια σου, νὰ μοῦ χορηγήσεις συγχώρηση τῶν πταισμάτων μου, κράζοντας Σωτῆρα μου: Λύτρωσέ με ἀπὸ τὸν ἠθικὸ βόρβορο τῶν ἁμαρτημάτων μου καὶ σῶσε με.

«Ὅτε ἡ ἁμαρτωλὸς προσέφερε τὸ μύρον, τότε ὁ μαθητὴς συνεφώνει τοῖς παρανόμοις• ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον• αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο• αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ. Δεινὸν ἡ ρᾳθυμία! μεγάλη ἡ μετάνοια! ἥν μοι δώρησαι, Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ σῶσον ἡμᾶς».

Ὅταν ἡ ἁμαρτωλὴ γυναῖκα πρόσφερε τὸ μύρο, τὴν ἴδια στιγμὴ ὁ μαθητὴς (ὁ προδότης) συμφωνοῦσε τὴν προδοσία μὲ τοὺς παρανόμους• ἐκείνη μὲν ἔχαιρε, ἀδειάζοντας τὸ πολύτιμο (μύρο), αὐτὸς δὲ βιαζόταν νὰ πουλήσει ἐκεῖνον, ποὺ δὲν ἔχει τιμή• αὐτὴ ἀναγνώριζε τὴ θεότητα τοῦ Δεσπότη, αὐτὸς δὲ ἀποχωριζόταν ἀπ' αὐτόν• αὐτὴ ἐλευθερωνόταν (ἀπὸ τὸ δεσμὸ τῆς ἁμαρτίας) καὶ ὁ Ἰούδας γινόταν δοῦλος τοῦ ἐχθροῦ. Φοβερὸ πρᾶγμα ἡ ἀμέλεια! Μεγάλη ἡ ἀξία τῆς μετάνοιας! Τὴν ὁποία χάρισέ μου, Σωτῆρα, ἐσὺ ποὺ πέθανες γιά μᾶς, καὶ σῶσε μας.

 

«Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή, τὴν σὴν αἰσθομένη Θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὀδυρομένη μύρα σοι πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νὺξ μοι ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας. Δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὓδωρ• κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ κλίνας τοὺς οὐρανοὺς τῇ ἀφάτῳ σου κενώσει. Καταφιλήσω τοὺς ἀχράντους σου πόδας, ἀποσμήξω τούτους δὲ πάλιν τοῖς τῆς κεφαλῆς μου βοστρύχοις• ὧν ἐν τῷ παραδείσῳ Εὔα τὸ δειλινὸν κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φὸβῳ ἐκρύβη. Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους τὶς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου; Μὴ με τὴν σὴν δούλην παρίδης, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος».

Κύριε, ἡ γυναῖκα ποὺ ἔπεσε σὲ πολλὲς ἁμαρτίες, ἀφοῦ συναισθάνθηκε τὴ Θεότητά σου, ἀναλαμβάνει τάξη (ἔργο) μυροφόρου καί, κλαίοντας, σοῦ προσφέρει μύρα πρὸ τοῦ ἐνταφιασμοῦ σου. Ἀλίμονο σὲ μένα, λέγουσα, ὅτι ζῶ σὲ μιὰ νύχτα ζοφερὴ καὶ ἀσέληνη, ὅτι μὲ τρυπᾶ τὸ κεντρὶ τῆς ἀκολασίας, μὲ πνίγει ὁ ἔρωτας τῆς ἁμαρτίας. Δέξε, Κύριε, τὶς πηγὲς τῶν δακρύων μου, ἐσὺ ποὺ ἀνυψώνεις σὲ νεφέλες τὸ θαλάσσιο ὕδωρ. Λύγισε πρὸς τοὺς στεναγμοὺς τῆς καρδιᾶς μου, ἐσὺ ποὺ μὲ τὴν ἄφατή σου κένωση (ταπείνωση), ἔκανες ν' ἀνοίξουν οἱ οὐρανοὶ (γιὰ νὰ κατέβεις στὴ γῆ). Θὰ γεμίσω τὰ ἄχραντα πόδια σου μὲ φιλιά, κατόπιν θὰ τὰ σκουπίσω μὲ τὶς κυματοειδεῖς τρίχες τῆς κεφαλῆς μου (τὰ πόδια σου). Τὸν κρότο τῶν ὁποίων ἡ Εὔα, ἀφοῦ ἄκουσε τὸ δειλινὸ στὸν παράδεισο, ἀπὸ τὸ φόβο της κρύφτηκε. Τὸ πλῆθος τῶν ἁμαρτιῶν μου καὶ τὶς ἀβύσσους τῶν κρίσεών σου, ποιὸς μπορεῖ νὰ ἐξιχνιάσει, ψυχοσώστη Σωτῆρα μου; Μή με τὴ δούλη σου παραβλέψεις, ἐσὺ ποὺ ἔχεις ἀμέτρητο ἔλεος.

 

 

Ὡς θέμα τῆς Μ. Τετάρτης τό συναξάριον τῆς ἡμέρας ἀναφέρει τήν ἄλειψιν τοῦ Κυρίου διά μύρου ὑπό πόρνης γυναικός, καθορίζει δέ, ὅτι τό γεγονός τοῦτο συνέβη ὀλίγον πρό τοῦ πάθους. Περιπτώσεις ἀλείψεως τοῦ Κυρίου διά μύρου ὑπό γυναικῶν ἀναφέρονται καί ὑπό τῶν τεσσάρων Εὐαγγελιστῶν (Ματθ. κστ´ 6-13, Μάρκ. ιδ´ 3-9, Λουκ. ζ´ 36-50, Ἰωάν. ιβ´ 1- 8). Αἱ διηγήσεις αὐταί παρουσιάζουν μεταξύ των καί ὁμοιότητας καί διαφοράς. Διά τοῦτο ἀπό ἀρχαιοτάτων χρόνων ἐτέθη τό πρόβλημα, πόσαι καί ποῖαι ἦσαν αἱ γυναῖκες αὐταί. Καί ἄλλοι μέν παρεδέχθησαν ὅτι ἦσαν τρεῖς· μία ἡ ἀδελφή τοῦ Λαζάρου Μαρία, περί τῆς ὁποίας ὁμιλεῖ ὁ Ἰωάννης, καί δύο πόρναι, ἐκ τῶν ὁποίων τήν μίαν μνημονεύει ὁ Λουκᾶς καί τήν ἄλλην οἱ Ματθαῖος καί Μᾶρκος. Ἄλλοι παρεδέχθησαν, ὅτι ἦσαν δύο· ἡ ἀδελφή τοῦ Λαζάρου καί μία πόρνη. Καί ἄλλοι τέλος ὅτι πρόκειται περί μιᾶς γυναικός. Ἡ τελευταία γνώμη ἀσφαλῶς δέν εἶναι ὀρθή. Ἡ ὑμνογραφική παράδοσις φαίνεται νά δέχεται τήν πρώτην γνώμην· συγκρίνουσα δέ τήν μετάνοια τῆς πόρνης πρός τό φοβερόν ὀλίσθημα τοῦ Ἰούδα ἐξάγει διδακτικώτατα συμπεράσματα, τά ὁποῖα διατυπώνονται εἰς τόν κανόνα τῆς ἡμέρας καί εἰς τά ἰδιόμελα τῶν αἴνων καί τῶν ἀποστίχων. Ὡραιότατος παραλληλισμός τῶν δύο ψυχικῶν καταστάσεων γίνεται εἰς τό γ´ ἰδιόμελον τῶν αἴνων·
 
«῞Οτε ἡ ἁμαρτωλός προσέφερε τό μύρον
τότε ὁ μαθητής συνεφώνει τοῖς παρανόμοις.
Ἡ μέν ἔχαιρε κενοῦσα τό πολύτιμον·
Ὁ δέ ἔσπευδε πωλῆσαι τόν ἀτίμητον·
Αὕτη τόν Δεσπότην ἐπεγίνωσκεν·
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο.
Αὕτη ἠλευθεροῦτο,
καί ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ».
Ἰδιαιτέρως ὅμως συγκινητικόν εἶναι τό γνωστότατον «τροπάριον τῆς Κασσιανῆς», τό δοξαστικόν τῶν ἀποστίχων, τό ὁποῖον ἐκφράζει τήν θερμήν μετάνοιαν καί ἐξομολόγησιν τῆς ἁμαρτωλοῦ. Τό ἰδιόμελον τοῦτο μέ τόν ὑπέροχον λυρισμόν του καί τήν ἐπιβλητικήν μουσικήν του ἐπισφραγίζει τήν ἀκολουθίαν τοῦ ῎Ορθρου.
Ἀλλ᾿ ἐκτός τοῦ γεγονότος αὐτοῦ κατά τήν ἡμέραν αὐτήν ἡ Ἐκκλησία διά τῶν ὕμνων της φέρει εἰς τήν μνήμην μας καί τήν σύγκλησιν τοῦ συνεδρίου, τοῦ ἀνωτάτου δικαστηρίου τῶν Ἰουδαίων, τό ὁποῖον ἀπεφάσισε τήν σύλληψιν καί καταδίκην τοῦ Κυρίου, καθώς ἐπίσης καί τήν ἀπόφασιν τοῦ Ἰούδα νά παραδώσῃ τόν Κύριον καί τήν συμφωνίαν του μέ τούς ἀρχιερεῖς. Ἐκ τῶν τριῶν ᾠδῶν τοῦ κανόνος τῆς ἡμέρας ἡ γ´ ἀναφέρεται εἰς τό συνέδριον, ἡ η´ εἰς τήν πόρνην καί ἡ θ´ εἰς τόν Ἰούδαν. Καί τά τρία ἐπίσης γεγονότα περιλαμβάνονται εἰς τήν περικοπήν Ματθ. κστ´ 3-16, ἡ ὁποία ἀναγινώσκεται εἰς τήν Προηγιασμένην τῆς Μ. Τετάρτης.
Μέ τά θέματα τῆς Μ. Τετάρτης λήγει, ἠμποροῦμεν νά εἴπωμεν, ἡ προετοιμασία διά τό πάθος. Τώρα πλέον θά παρακολουθήσωμεν μίαν πρός μίαν τάς πράξεις τοῦ θείου δράματος.
Κοντάκιον. ῏Ηχος δ´. Ὁ ὑψωθείς.
«Ὑπέρ τήν πόρνην Ἀγαθέ ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα· ἀλλά σιγῇ δεόμενος, προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος, τούς ἀχράντους σου πόδας, ὅπως μοι τήν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ· Ἐκ τοῦ βορβόρου, τῶν ἔργων μου ῥῦσαί με».
Ὁ Οἶκος. Ὁ μετά τρίτον οὐρανόν.
«Ἡ πρῴην ἄσωτος γυνή, ἐξαίφνης σώφρων ὤφθη, μισήσασα τά ἔργα, τῆς αἰσχρᾶς ἁμαρτίας, καί ἡδονάς τοῦ σώματος, διενθυμουμένη τήν αἰσχύνην τήν πολλήν, καί κρίσιν τῆς κολάσεως, ἥν ὑποστῶσι πόρνοι καί ἄσωτοι· ὧν περ πρῶτος πέλω, καί πτοοῦμαι, ἀλλ᾿ ἐμμένω τῇ φαύλῃ, συνηθείᾳ ὁ ἄφρων· ἡ πόρνη δέ γυνή, καί πτοηθεῖσα, καί σπουδάσασα ταχύ, ἦλθε βοῶσα, πρός τόν Λυτρωτήν· Φιλάνθρωπε καί οἰκτίρμον, ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με».
Δόξα. Καί νῦν. Ποίημα Κασσιανῆς μοναχῆς. ῏Ηχος πλ. δ´.
«Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις, περιπεσοῦσα γυνή, τήν σήν αἰσθομένη Θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὀδυρομένη μύρα σοι, πρό τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νύξ μοι ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καί ἀσέληνος, ἔρως τῆς ἁμαρτίας. Δέξαι μου τάς πηγάς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων, τῆς θαλάσσης τό ὕδωρ· κάμφθητί μοι, πρός τούς στεναγμούς τῆς καρδίας, ὁ κλίνας τούς οὐρανούς, τῇ ἀφάτῳ σου κενώσει· καταφιλήσω τούς ἀχράντους σου πόδας, ἀποσμήξω τούτους δέ πάλιν, τοῖς τῆς κεφαλῆς μου βοστρύχοις· ὧν ἐν τῷ Παραδείσῳ, Εὔα τό δειλινόν, κρότον τοῖς ὠσίν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη. ῾Αμαρτιῶν μου τά πλήθη, καί κριμάτων σου ἀβύσσους, τίς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου; Μή με τήν σήν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τό ἔλεος».
[Ἀπό τό βιβλίο-ἐγκόλπιο: Ἡ Ἁγία καί Μεγάλη Ἑβδομάς, Εἰσαγωγαί καί ἐπιμέλεια κειμένου ὑπό Πρωτ. Κωνσταντίνου Παπαγιάννη, 5η ἔκδ. (Ἀθήνα: Ἀποστολική Διακονία, 2010), 200-202. Ἀπόσπασμα].